플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

바룩 5장

Ἔκδυσαι, Ἰερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου, καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα. 1

περιβαλοῦ τὴν διπλοίδα τῆς παρὰ τοῦ θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου. 2

γὰρ θεὸς δείξει τῇ ὑπ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. 3

κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα, εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβίας. 4

ἀνάστηθι, Ἰερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ, καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου, χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ. 5

ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας. 6

συνέταξεν γὰρ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλόν, καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς· ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ. 7

ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ἰσραὴλ προστάγματι τοῦ θεοῦ. 8

ἡγήσεται γὰρ θεὸς Ἰσραὴλ μετ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ αὐτοῦ. 9