플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

아가 7장

←→

Τί ὄψεσθε ἐν τῇ Σουμανείτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδάβ. ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου. 1

ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις. 2

δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· 3

ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἑσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ. 4

κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. 5

τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; 6

τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. 7

εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, 8

καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν. 9

Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. 10

ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις· 11

ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. 12

οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι. 13