Ἔστιν πονηρία ἣν ἴδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ὑπὸ τὸν ἄνθρωπον· 1
ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμήσει· καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς τοῦ φαγεῖν ἀπ᾽ αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν. 2
ἐὰν γεννήσῃ ἀνὴρ ἑκατόν, καὶ ἔτη πολλὰ ζήσεται, καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ, καὶ ψυχὴ αὐτοῦ οὐ πλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα Ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα· 3
ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται, καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυφθήσεται, 4
καί γε ἥλιον οὐκ εἶδεν, καὶ οὐκ ἔγνω ἀναπαύσεις τούτῳ ὑπὲρ τοῦτον. 5
καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους, καὶ ἀγαθωσύνην οὐκ εἶδεν, μὴ οὐκ εἰς τόπον ἕνα πορεύεται; 6
πᾶς μόχθος ἀνθρώπου εἰς στόμα αὐτοῦ, καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται. 7
ὅτι περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα, διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς. 8
ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. 9
Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν· 10
ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. 11