플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

집회서 (시라크) 33장

←→

Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων, 1

καὶ ἐπίβλεψον, καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· 2

ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. 3

ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· 4

καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε. 5

ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, 6

δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· 7

ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, 8

ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. 9

σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. 10

ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. 11

σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν, λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν. 12

σύναγε πάσας φυλὰς Ἰακώβ, 13