플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

이사야 15장

←→

Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβείτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβείτιδος. 1

λυπεῖσθε ἐφ᾽ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβείτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι, 2

ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. 3

ὅτι κέκραγεν Ἑσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 4

ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής, ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμὸς, 5

τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημος ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 6

μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν. 7

συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ. 8

τὸ δὲ ὕδωρ τὸ Δειμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά. 9