플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

이사야 25장

←→

Κύριε ὁ θεός, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο. 1

ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. 2

διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε. 3

ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, 4

ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σειὼν ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. 5

καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· 6

χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος πάντα ταῦτα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. 7

κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν Κύριος ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν. 8

καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ θεὸς ἡμῶν ἐφ᾽ ᾧ ἠλπίζομεν, καὶ σώσει ἡμᾶς· οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ καὶ ἠγαλλιώμεθα, καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 9

ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβεῖτις ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 10

καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐφ᾽ ἃ τὰς χεῖρας ἐπέβαλεν· 11

καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσονται ἕως τοῦ ἐδάφους. 12