플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

예레미야 35장

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκία βασιλέως Ἰούδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ἁνανίας υἱὸς Ἀζὼρ ψευδοπροφήτης ἀπὸ Γαβαὼν ἐν οἴκῳ Κυρίου κατ ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων 1

Οὕτως εἶπεν Κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος. 2

ἔτι δύο ἔτη ἡμερῶν καὶ ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου Κυρίου 3

καὶ Ἰεχονίαν καὶ τὴν ἀποικίαν Ἰούδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. 4

καὶ εἶπεν Ἰερεμίας πρὸς Ἁνανίαν κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ Κυρίου, 5

καὶ εἶπεν Ἰερεμίας Ἀληθῶς οὕτω ποιήσαι Κύριος· στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου Κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. 6

πλὴν ἀκούσατε τὸν λόγον Κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὧτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ 7

Οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος, καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον· 8

προφήτης προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει. 9

καὶ ἔλαβεν Ἁνανίας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἰερεμίου καὶ συνέτριψεν αὐτούς. 10

καὶ εἶπεν Ἁνανίας κατ ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων Οὕτως εἶπεν Κύριος Οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν. καὶ ᾤχετο Ἰερεμίας εἰς τὴν ὁδὸν αὐτοῦ. 11

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν μετὰ τὸ συντρίψαι Ἁνανίαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων 12

Βάδιζε καὶ εἰπὸν πρὸς Ἁνανίαν λέγων Οὕτως εἶπεν Κύριος Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ αὐτῶν κλοιοὺς σιδηροῦς. 13

ὅτι οὕτως εἶπεν Κύριος Ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ Βαβυλῶνος. 14

καὶ εἶπεν Ἰερεμίας τῷ Ἁνανίᾳ Οὐκ ἀπέσταλκέν σε Κύριος, καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ ἀδίκῳ. 15

διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς· τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ. 16

καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ. 17