플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

욥기 16장

Ὑπολαβὼν δὲ Ἰὼβ λέγει 1

Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες. 2

τί γάρ; μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος; τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ; 3

κἀγὼ καθ ὑμᾶς λαλήσω. εἰ ὑπέκειτό γε ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, 4

εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ ὑμῶν κεφαλήν. 5

εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. 6

ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; 7

νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, καὶ ἐπελάβου μου· 8

εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. 9

ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ ἐμοὶ ἔπεσεν. 10

ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς τὰ γόνατα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ ἐμοί. 11

παρέδωκεν γάρ με κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με. 12

εἰρηνεύοντα διεσκέδασέν με· λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν. 13

ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου, οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· 14

κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρὸς μὲ δυνάμενοι· 15

σάκκον ἔραψαν ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. 16

γαστήρ μου συνκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά· 17

ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά. 18

γῆ, μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. 19

καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς μάρτυς μου, δὲ συνίστωρ μου ἐν ὑψίστοις. 20

ἀφίκοιτό μου δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὀφθαλμός. 21

εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι Κυρίου, καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. 22

ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι. 23