플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

욥기 25장

←→

Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει 1

Τί γὰρ προοίμιον ἢ φόβος ὁ παρ᾽ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; 2

μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ; 3

πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός; 4

ἦ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. 5

ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. 6