플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 3서 7장

Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι. 1

ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύνοντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ προστάγματα, καθὼς προαιρούμεθα. 2

τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ἰουδαίους συναθροίσαντας τὰ συστήματα κολάζεσθαι ξενιζούσαις ἀποστάντων τιμωρίαις· 3

προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, δι ἣν ἔχουσιν οὗτοι πρὸς τὰ ἔθνη δυσμενίαν, μέχρι ἂν συντελεσθῇ τοῦτο. 4

οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριοτέραν ἐνπεπηρμένοι ὠμότητα. 5

ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιεικίαν, μόγις τὸ ζῇν αὐτοῖς χαριζόμενοι, καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ἰουδαίων, ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα, 6

τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθ ὁντινοῦν αἰτίας τρόπον. 7

καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τρόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζοντος περὶ τῶν γεγενημένων παρὰ λόγον. 8

γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρόν, ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ ἐκδίκησιν τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσθε. 9

Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην, οὐκ ἐσπούδασαν εὐθέως περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ἰουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον, τυχεῖν δι αὐτῶν τῆς ὀφειλομένης κολάσεως· 10

προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως προστάγμασιν. 11

δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας, ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τῆς βασιλείας αὐτοῦ τόπον μετὰ παρρησίας, ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως. 12

τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος, ἐπιφωνήσαντες τὸ ἁλληλουιά, μετὰ χαρᾶς ἀνέλυσαν· 13

οὗτοί τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἀπέκτεννον, καὶ μετὰ παραδιγματισμῶν ἀνῄρουν. 14

ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι. 15

αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες, παντελῆ σωτηρίαν ἀπόλυσιν ἐσχηκότες, ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ πανμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν ἁγίῳ σωτῆρι τοῦ Ἰσραήλ. 16

Παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον, ἐν προσέμεινεν αὐτοὺς στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά, 17

ἐκεῖ ἐποίησαν πότον σωτηρίου, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως ἐπὶ τὴν ἰδίαν οἰκίαν. 18

καταχθέντες δὲ μετ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους· 19

ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ, κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν 20

ἔμπροσθεν, ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων. 21

καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τοὺς ἔχοντάς τι μετὰ φόρου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγάλου θεοῦ ποιήσαντος τελέως ἐπὶ σωτηρίᾳ αὐτῶν. 22

Εὐλογητὸς ῥύστης Ἰσραὴλ εἰς τοὺς ἀεὶ χρόνους. ἀμήν. 23