⸆ 1
⸆ 2
⸆ 3
⸆ 4
⸆ 5
⸆ 6
⸆ 7
⸆ 8
⸆ 9
⸆ 10
⸆ 11
⸆ 12
⸆ 13
⸆ 14
⸆ 15
⸆ 16
⸆ 17
⸆ 18
⸆ 19
⸆ 20
⸆ 21
⸆ 22
⸆ 23
⸆ 24
⸆ 25
⸆ 26
⸆ 27
⸆ 28
⸆ 29
⸆ 30
⸆ 31
⸆ 32
⸆ 33
⸆ 34
⸆ 35
⸆ 36
⸆ 37
⸆ 38
⸆ 39
⸆ 40
⸆ 41
⸆ 42
⸆ 43
⸆ 44
⸆ 45
⸆ 46
⸆ 47
⸆ 48
⸆ 49
⸆ 50
⸆ 51
⸆ 52
⸆ 53
⸆ 54
⸆ 55
⸆ 56
⸆ 57
⸆ 58
⸆ 59
⸆ 60
⸆ 61
⸆ 62
⸆ 63
⸆ 64
⸆ 65
⸆ 66
⸆ 67
Προσευχὴ Ζαχαρίου. Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 68
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυεὶδ τοῦ παιδὸς αὐτοῦ· 69
καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, 70
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 71
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 72
ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ 73
⸆ 74
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν. 75
καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 76
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν 77
διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 78
ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. 79