플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

호세아 6장

Ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρὸς μὲ λέγοντες Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἣρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς, 1

ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, 2

καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος γῇ. 3

Τί σοι ποιήσω, Ἐφράιμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 4

διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται. 5

διότι ἔλεος θέλω θυσίαν, καὶ ἐπίγνωσιν θεοῦ ὁλοκαυτώματα. 6

αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέν μου 7

Γαλαάδ, πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 8

καὶ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν 9

ἐν τῷ οἴκῳ τοῦ Ἰσραήλ· εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ Ἐφράιμ· ἐμιάνθη Ἰσραὴλ καὶ Ἰουδά. 10

Ἄρχου τρυγᾷν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου, 11