Ἁλληλουιά. Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 1
μακάριοι οἱ ἐξεραυνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητοῦσιν αὐτόν· 2
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 3
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. 4
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου· 5
τότε οὐ μὴ ἐπαισχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 6
ἐξομολογήσομαί σοι, Κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 7
τὰ δικαιώματά σου φυλάξω, μή με ἐνκαταλίπῃς ἕως σφόδρα. 8
Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου. 9
ἐν ὅλῃ καρδίᾳ ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 10
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 11
εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 12
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου· 13
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 14
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ ἐκζητήσω τὰς ὁδούς σου· 15
ἐν τοῖς δικαιώμασίν σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 16
Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. 17
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. 18
πάροικός εἰμι ἐν τῇ γῇ, μὴ ἀποστρέψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου. 19
ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι εἰς τὰ δικαιώματά σου ἐν παντὶ καιρῷ. 20
ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 21
περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 22
καὶ γὰρ ἐκάθισαν ἄρχοντες, κατ᾽ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου· 23
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. 24
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζήσομαι κατὰ τὸ λόγιόν σου. 25
τὰς ὁδούς σου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου, 26
καὶ ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 27
ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου· 28
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. 29
ὁδὸν ἀληθείας ᾑρετισάμην· τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 30
ἐκολλήθην τοῖς μαρτυρίοις σου· Κύριε, μή με καταισχύνῃς. 31
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 32
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. 33
συνέτισόν με, καὶ ἐκζητήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 34
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὸν ἠθέλησα. 35
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 36
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 37
στῆσον τῷ δούλῳ σου εἰς τὸ λόγιόν σου, εἰς τὸν φόβον σου. 38
περίελε τὸ ὄνειδός μου ὃ ὑπώπτευσα, τὰ γὰρ κρίματά σου χρηστά. 39
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 40
Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸ ἔλεός σου· 41
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου. 42
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα. 43
καὶ φυλάξω τὸν νόμον σου διὰ παντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 44
καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα· 45
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην· 46
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάπησας σφόδρα· 47
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου αἷς ἠγάπησας σφόδρα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου. 48
Μνήσθητι τὸν λόγον σου τῶν δούλων σου ᾧ ἐπήλπισάς με. 49
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου οὐκ ἐξέκλινα. 50
⸆ 51
ἐμνήσθην τῶν κριμάτων σου, Κύριε, ἀπ᾽ αἰῶνος καὶ παρεκλήθην. 52
ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν τῶν ἐνκαταλιμπανόντων τὸν νόμον σου. 53
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 54
ἐμνήσθην ἐν νυκτὶ τὸ ὄνομά σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 55
αὕτη ἐγενήθη μοι, τὰ δικαιώματά σου ἐξεζήτησα. 56
Μερίς μου, Κύριε· εἶπα φυλάξασθαι τὰς ἐντολάς σου. 57
ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 58
ὅτι διελογισάμην κατὰ τὰς ὁδούς σου, καὶ ἀπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 59
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην φυλάξασθαι τὰς ἐντολάς σου. 60
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 61
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 62
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ φυλασσόντων τὰς ἐντολάς σου. 63
τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ· τὰ δικαιώματά σου, Κύριε, δίδαξόν με. 64
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸ λόγιόν σου. 65
χρηστότητα καὶ παιδίαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 66
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐγὼ ἐφύλαξα. 67
χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 68
ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξεραυνήσω τὰς ἐντολάς σου. 69
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 70
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 71
ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 72
Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἡτοίμασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 73
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 74
ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθείᾳ τὰ κρίματά σου ἐταπείνωσάν με. 75
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου· 76
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν. 77
αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 78
ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 79
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 80
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. 81
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες Παρεκάλεσάν με. 82
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 83
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 84
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, Κύριε. 85
πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 86
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου. 87
κατὰ τὸ ἔλεός σου ζήσομαι, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 88
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 89
εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 90
τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σου. 91
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου· 92
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με, Κύριε. 93
σός εἰμι, Κύριε, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα· 94
τὰ δὲ μαρτύριά σου συνῆκα. 95
πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. 96
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 97
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὰς ἐντολάς σου, ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν. 98
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 99
ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐζήτησα. 100
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου· 101
ἀπὸ τῶν κλιμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς μοι. 102
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. 103
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, ὅτι σὺ ἐνομοθέτησάς μοι. 104
Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. 105
ὀμώμοκα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 106
ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸ λόγιόν σου. 107
τὰ ἑκούσια τοῦ στόματός μου εὐλόγησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 108
ἡ ψυχή μου ἐν ταῖς χερσὶ διὰ παντός, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην. 109
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 110
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν· 111
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν. 112
Παρανόμους ἐμίσησα, καὶ τὸν νόμον σου ἠγάπησα. 113
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ, καὶ εἰς τὸν λαόν σου ἤλπισα. 114
ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου. 115
ἀντιλαβοῦ κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 116
βοήθησόν μοι καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός. 117
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 118
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός. 119
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 120
Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με. 121
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθά, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 122
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 123
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ λόγιόν σου, καὶ κατὰ τὰ δικαιώματά σου δίδαξόν με. 124
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 125
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 126
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ χρυσίον καὶ τὸ πάζιον· 127
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 128
Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 129
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. 130
τὸ στόμα μου ἤνοιξα καὶ ἥλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 131
ἐπίβλεψον ἐπ᾽ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 132
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία· 133
λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 134
τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. 135
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. 136
Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου· 137
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 138
ἐξέτηξέν με ὁ ζῆλος τοῦ οἴκου σου, ὅτι ἐπελάθοντο τῶν ἐντολῶν σου οἱ ἐχθροί μου. 139
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 140
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 141
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια. 142
θλίψεις καὶ ἀνάγκη εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 143
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με καὶ ζῆσόν με. 144
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 145
ἐκέκραξά σε, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 146
προέφθασάν με ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 147
προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς σὲ ὀρθροῦν, τοῦ μελετᾷν τὰ λόγιά σου. 148
τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ λόγιόν σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 149
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 150
ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 151
κατ᾽ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 152
Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην. 153
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 154
μακρὰν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 155
οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, σφόδρα· κατὰ τὰ κρίματά σου ζῆσόν με. 156
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 157
εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 158
ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με. 159
ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 160
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 161
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 162
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 163
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 164
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 165
προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα· 166
καὶ ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα· 167
ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου. 168
Ἐγγισάτω δὴ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 169
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 170
ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· 171
φθέγξαιτο ἡ γλῶσσά μου τὸ λόγιόν σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη ἐστίν. 172
γενέσθω ἡ χείρ σου τοῦ σῶσαι, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 173
ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστιν. 174
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 175
ἐπλανήθην ὡσεὶ πρόβατον ἀπολωλός· ζῆσον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. 176