플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 128장

ᾨδὴ τῶν ἀναβαθμῶν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· 1

πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. 2

ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν· 3

Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν. 4

αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών· 5

γενηθήτωσαν ὡς χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· 6

οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ τὰ δράγματα συλλέγων· 7

καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφ ἡμᾶς, εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου. 8