ᾨδὴ τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν· 1
ἐν ταῖς νυξὶν ἐπάρατε χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον. 2
εὐλογήσει σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. 3