Ἁλληλουιά· Ἁγγαίου καὶ Ζαχαρίου. Αἴνει, ἡ ψυχή μου, τὸν κύριον· 1
αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω. 2
μὴ πεποίθατε ἐπ᾽ ἄρχοντας καὶ ἐφ᾽ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία· 3
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. 4
μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ· 5
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, 6
ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν. Κύριος λύει πεπεδημένους· 7
Κύριος ἀνορθοῖ κατερραγμένους· Κύριος σοφοῖ τυφλούς· Κύριος ἀγαπᾷ δικαίους· 8
Κύριος φυλάσσει τοὺς προσηλύτους, ὀρφανὸν καὶ χήραν ἀναλήμψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. 9
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. 10