플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 149장

Ἁλληλουιά. ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν, αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. 1

εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σειὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν· 2

αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. 3

ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ. 4

καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. 5

αἱ ὑψώσεις τοῦ θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, 6

τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, 7

τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, 8

τοῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔνγραπτον· δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 9