플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 22장

Ψαλμὸς τῷ Δαυείδ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. 1

εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με· 2

τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 3

ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ ἐμοῦ εἶ· ῥάβδος σου καὶ βακτηρία σου, αὐταί με παρεκάλεσαν. 4

ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. 5

καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. 6