플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 28장

Ψαλμὸς τῷ Δαυείδ· ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, 1

ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 2

φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, θεὸς τῆς δόξης ἐβρόντησεν, Κύριος ἐπὶ ὑδάτων πολλῶν. 3

φωνὴ Κυρίου ἐν ἰσχύι, φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ. 4

φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, 5

καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον· καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 6

φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. 7

φωνὴ Κυρίου συνσείοντος ἔρημον, συνσείσει κύριος τὴν ἔρημον Καδής. 8

φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 9

Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 10

Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. 11