플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 4장

Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ. 1

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. 2

υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διάψαλμα. 3

καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. 4

ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· λέγετε ἐν καρδίᾳ, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα. 5

θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. 6

πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἐσημειώθη ἐφ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· 7

ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. 8

ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κατῴκισάς με. 9