Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στηλογραφίαν τῷ Δαυείδ, εἰς διδαχήν, 1
ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβάλ, καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας. 2
Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς. 3
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθησαν, 4
ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. 5
ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. διάψαλμα. 6
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 7
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. 8
ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή, καὶ Ἐφράιμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 9
Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 10
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 11
οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐχὶ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; 12
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. 13
ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. 14