플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

시편 (LXX) 66장

←→

Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαυείδ. 1

Ὁ θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς. διάψαλμα. 2

τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου 3

ἐξομολογησάσθωσαν λαοί, ὁ θεός, ἐξομολογησάσθωσαν λαοὶ πάντες. 4

εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. διάψαλμα. 5

ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 6

γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν, 7

εὐλογήσαι ἡμᾶς ὁ θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. 8