Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς. 1
Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου, 2
ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. 3
ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. 4
εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας· 5
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν· 6
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων, 7
ὅτι ὁ θεὸς κριτής ἐστιν· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. 8
ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. 9
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· 10
καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. 11