플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 86장

Τοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· 1

ἀγαπᾷ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. 2

δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις τοῦ θεοῦ. διάψαλμα. 3

μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. 4

Μήτηρ Σειών, ἐρεῖ ἄνθρωπος, καί Ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὕψιστος. 5

Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. 6

ὡς εὐφραινομένων πάντων κατοικία ἐν σοί. 7