플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 99장

Ψαλμὸς εἰς ἐξομολόγησιν. Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα γῆ, 1

δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ, εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. 2

γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν θεός· αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ. 3

εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις· ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, 4

ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἀλήθεια αὐτοῦ. 5