플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

솔로몬의 시편 11장

Τῷ Σαλωμών· εἰς προσδοκίαν. Σαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων, 1

κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου· ὅτι ἠλέησεν θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 2

στῆθι, Ἰερουσαλήμ, ἐφ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου. 3

ἀπὸ Βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν· ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς θεός. 4

ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς· 5

οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν, οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν. 6

πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς θεός, ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν, 7

ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου, ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου· ὅτι θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι. 8

ποιήσαι Κύριος ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ· ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνόματι δόξης αὐτοῦ. τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι. 9