Τῷ Σαλωμὼν ψαλμός· παράκλησις τῶν δικαίων. Δεξιὰ Κυρίου ἐσκέπασέν με, δεξιὰ Κυρίου ἐφείσατο ἡμῶν. 1
ὁ βραχίων Κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομφαίας διαπορευομένης, ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν. 2
θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά· ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν, καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν· καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς Κύριος. 3
ἐταράχθη ὁ ἀσεβὴς διὰ παραπτώματα αὐτοῦ, μή ποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν. 4
ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ, καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων. 5
ὅτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ, καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ· 6
ἐν περιστολῇ παιδεύεται δίκαιος, ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. 7
ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως, καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου. 8
ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ, καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ. ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα· 9
ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν, καὶ οὐχ εὑρεθήσεται μνημόσυνον αὐτῶν ἔτι. 10
ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρίου, καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ. 11