플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

솔로몬의 시편 1장

ΕΒΟΗΣΑ πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς. 1

ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. 2

ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης, ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. 3

πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν, καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. 4

ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν· 5

καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν, καὶ οὐκ ἤνεγκαν. 6

αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν· 7

αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει. 8