플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

토빗 9장

Καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ 1

Ἀζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους, καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδείας παρὰ Γαβαήλ, καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον. 2

διότι ὀμώμοχεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με· 3

καὶ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. 4

καὶ ἐπορεύθη Ῥαφαήλ, καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ. 5

καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον, καὶ εὐλόγησεν Τωβείας τὴν γυναῖκα αὐτοῦ. 6