Καὶ ὡς ἤγγισαν εἰς Κασερείν, ἥ ἐστιν κατέναντι Νινευή, 1
εἶπεν Ῥαφαήλ Σὺ γινώσκεις πῶς ἀφήκαμεν τὸν πατέρα σου· 2
προδράμωμεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν ἐν ᾧ ἔρχονται. 3
καὶ ἐπορεύθησαν ἀμφότεροι κοινῶς καὶ εἶπεν αὐτῷ Λάβε μετὰ χεῖρας τὴν χολήν. καὶ συνῆλθεν αὐτοῖς ὁ κύριος ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτῆς. 4
καὶ Ἅννα ἐκάθητο περιβλεπομένη τὴν ὁδὸν τοῦ υἱοῦ αὐτῆς. 5
καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ. 6
καὶ Ῥαφαὴλ εἶπεν Τωβείᾳ πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς τὸν πατέρα Ἐπίσταμαι ὅτι οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳχθήσονται· 7
ἔνπλασον τὴν χολὴν τοῦ ἰχθύος εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἀποστύψει τὸ φάρμακον καὶ ἀπολεπίσει τὰ λευκώματα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἀναβλέψει ὁ πατήρ σου καὶ ὄψεται τὸ φῶς. 8
Καὶ ἀνέδραμεν καὶ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον· ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσεν. 9
καὶ ἀνέστη Τώβεις καὶ προσέκοπτεν τοῖς ποσὶν καὶ ἐξῆλθεν τὴν θύραν τῆς αὐλῆς. καὶ ἐβάδισεν Τωβείας πρὸς αὐτὸν 10
καὶ ἡ χολὴ τοῦ ἰχθύος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐνεφύσησεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐλάβετο αὐτοῦ καὶ εἶπεν Θάρσει, πάτερ. καὶ ἐπέβαλεν τὸ φάρμακον ἐπ᾽ αὐτὸν καὶ ἐπέδωκεν· 11
⸆ 12
καὶ ἀπελέπισεν ἑκατέραις ταῖς χερσὶν αὐτοῦ ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, 13
καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτῷ Εἶδόν σε, τέκνον, τὸ φῶς τῶν ὀφθαλμῶν μου. καὶ εἶπεν Εὐλογητὸς ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ, καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ. γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας· 14
ὅτι αὐτὸς ἐμαστίγωσέν με, καὶ ἰδοὺ βλέπω Τωβείαν τὸν υἱόν μου. καὶ εἰσῆλθεν Τωβείας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ σώματι αὐτοῦ, καὶ ἐπέδειξεν Τωβείας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ καὶ ὅτι ἐνήνοχεν ἀργύριον, καὶ ὡς ἔλαβεν Σάρραν τὴν θυγατέρα Ῥαγουὴλ γυναῖκα, καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἐστιν σύνεγγυς τῆς πύλης Νινευή. 15
Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευή. καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευὴ πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν· 16
καὶ Τωβεὶθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν, ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ἤγγισεν Τωβεὶθ Σάρρα τῇ γυναικὶ Τωβία τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ Εἰσέλθοις ὑγιαίνουσα, θύγατερ, καὶ εὐλογητὸς ὁ θεός σου, ὅς ἤγαγέν σε πρὸς ἡμᾶς, θύγατερ· καὶ εὐλογημένος ὁ πατήρ σου, καὶ εὐλογημένος Τωβείας ὁ υἱός μου, καὶ εὐλογημένη σύ, θύγατερ· εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ, εἴσελθε, θύγατερ. ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο χαρὰ πᾶσιν τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν Νινευή. 17
καὶ παρεγένοντο Ἀχεικὰρ καὶ Ναβὰδ οἱ ἐξάδελφοι αὐτοῦ χαίροντες πρὸς Τώβειν. 18