플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

토빗(시나이 사본) 14장

Καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβείθ· καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευή. 1

καὶ ξβ ἐτῶν ἦν ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς, καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν, καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ. 2

καὶ ὅτε ἀπέθνησκεν, ἐκάλεσεν Τωβείαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων Παιδίον, ἀπάγαγε τὰ παιδία σου 3

καὶ ἀπότρεχε εἰς Μηδείαν, ὅτι πιστεύω ἐγὼ τῷ ῥήματι τοῦ θεοῦ ἐπὶ Νινευή, ἐλάλησεν Ναούμ, ὅτι πάντα ἔσται καὶ ἀπαντήσει ἐπὶ Ἀθὴρ καὶ Νινευή, καὶ ὅσα ἐλάλησαν οἱ προφῆται τοῦ Ἰσραήλ, οὓς ἀπέστειλεν θεός, πάντα ἀπαντήσει· καὶ οὐ μηθὲν ἐλαττονωθῇ ἐκ πάντων τῶν ῥημάτων, καὶ πάντα συμβήσεται τοῖς καιροῖς αὐτῶν. καὶ ἐν τῇ Μηδείᾳ ἔσται σωτηρία μᾶλλον ἤπερ ἐν Ἀσσυρίοις καὶ ἐν Βαβυλῶνι· διὸ γινώσκω ἐγὼ καὶ πιστεύω ὅτι πάντα εἶπεν θεὸς συντελεσθήσεται καὶ ἔσται καὶ οὐ μὴ διαπέσῃ ῥῆμα ἐκ τῶν λόγων. καὶ οἱ ἀδελφοὶ ἡμῶν οἱ κατοικοῦντες ἐν τῇ γῇ Ἰσραὴλ πάντων λογισθήσονται καὶ αἰχμαλωτισθήσονται ἐκ τῆς γῆς τῆς ἀγαθῆς, καὶ ἔσται πᾶσα γῆ τοῦ Ἰσραὴλ ἔρημος, καὶ Σαμαρία καὶ Ἰερουσαλὴμ ἔσται ἔρημος καὶ οἶκος τοῦ θεοῦ ἐν λύπῃ καὶ καυθήσεται μέχρι χρόνου. 4

καὶ πάλιν ἐλεήσει αὐτοὺς θεὸς καὶ ἐπιστρέψει αὐτοὺς θεὸς εἰς τὴν γῆν τοῦ Ἰσραήλ, καὶ πάλιν οἰκοδομήσουσιν τὸν οἶκον, καὶ οὐχ ὡς τὸν πρῶτον, ἕως τοῦ χρόνου οὗ ἂν πληρωθῇ χρόνος τῶν καιρῶν. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῆς αἰχμαλωσίας αὐτῶν πάντες καὶ οἰκοδομήσουσιν Ἰερουσαλὴμ ἐντίμως, καὶ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται τοῦ Ἰσραήλ. 5

καὶ πάντα τὰ ἔθνη τὰ ἐν ὅλῃ τῇ γῇ, πάντες ἐπιστρέψουσιν καὶ φοβηθήσονται τὸν θεὸν ἀληθινῶς, καὶ ἀφήσουσιν πάντες τὰ εἴδωλα αὐτῶν, τοὺς πλανῶντας ψευδῆ τὴν πλάνησιν αὐτῶν, 6

καὶ εὐλογήσουσιν τὸν θεὸν τοῦ αἰῶνος ἐν δικαιοσύνῃ. πάντες οἱ υἱοὶ τοῦ Ἰσραὴλ οἱ σωζόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις, μνημονεύοντες τοῦ θεοῦ ἐν ἀληθείᾳ, ἐπισυναχθήσονται καὶ ἥξουσιν εἰς Ἰερουσαλήμ, καὶ οἰκήσουσιν τὸν αἰῶνα ἐν τῇ γῇ Ἀβραὰμ μετὰ ἀσφαλείας, καὶ παραδοθήσεται αὐτοῖς· καὶ χαρήσονται οἱ ἀγαπῶντες τὸν θεὸν ἐπ ἀληθείας, καὶ οἱ ποιοῦντες τὴν ἁμαρτίαν καὶ τὴν ἀδικίαν ἐκλείψουσιν ἀπὸ πάσης τῆς γῆς. 7

καὶ νῦν σύ, παιδίον, ἔξελθε ἐκ Νινευὴ καὶ μὴ μείνῃς ὧδε. 8

καὶ νῦν, παιδία, ἐγὼ ὑμῖν ἐντέλλομαι, δουλεύσατε τῷ θεῷ ἐν ἀληθείᾳ καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· καὶ τοῖς παιδίοις ὑμῶν ἐνυποταγήσεται ποιεῖν δικαιοσύνην καὶ ἐλεημοσύνην, καὶ ἵνα ὦσιν μεμνημένοι τοῦ θεοῦ καὶ εὐλογῶσιν τὸ ὄνομα αὐτοῦ ἐν παντὶ καιρῷ ἐν ἀληθείᾳ καὶ ὅλῃ τῇ ἰσχύι αὐτῶν. 9

ἐν ἂν ἡμέρᾳ θάψῃς τὴν μητέρα σου μετ ἐμοῦ, αὐτῇ τῇ ἡμέρᾳ μὴ αὐλισθῇς ἐν τοῖς ὁρίοις αὐτῆς· ὁρῶ γὰρ ὅτι πολλὴ ἀδικία ἐν αὐτῇ καὶ δόλος πολὺς συντελεῖται ἐν αὐτῇ καὶ οὐκ αἰσχύνονται. ἴδε, παιδίον, ὅσα Ναδὰβ ἐποίησεν Ἀχεικάρῳ τῷ ἐκθρέψαντι αὐτόν, οὐχὶ ζῶν κατηνέχθη εἰς τὴν γῆν; καὶ ἀπέδωκεν θεὸς τὴν ἀτιμίαν κατὰ πρόσωπον αὐτοῦ· καὶ ἐξῆλθεν εἰς τὸ φῶς Ἀχίκαρος, καὶ Ναδὰβ εἰσῆλθεν εἰς τὸ σκότος τοῦ αἰῶνος ὅτι ἐζήτησεν ἀποκτεῖναι Ἀχείκαρον. ἐν τῷ ποιῆσαί με ἐλεημοσύνην ἐξῆλθεν ἐκ τῆς παγίδος τοῦ θανάτου ἣν ἔπηξεν αὐτῷ Ναδάβ, καὶ Ναδὰβ ἔπεσεν εἰς τὴν παγίδα τοῦ θανάτου καὶ ἀπώλεσεν αὐτόν. 10

καὶ νῦν, παιδία, ἴδετε τί ποιεῖ ἐλεημοσύνη καὶ τί ποιεῖ ἀδικία, ὅτι ἀποκτέννει. καὶ ἰδοὺ ψυχή μου ἐκλείπει. καὶ ἔθηκαναὐτὸν ἐπὶ τὴν κλίνην καὶ ἀπέθανεν· καὶ ἐτάφη ἐνδόξως. 11

Καὶ ὅτε ἀπέθανεν μήτηρ αὐτοῦ ἔθαψεν αὐτὴν Τωβείας μετὰ τοῦ πατρὸς αὐτοῦ, καὶ ἀπῆλθεν αὐτὸς καὶ γυνὴ αὐτοῦ εἰς Μηδείαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ῥαγουήλου τοῦ πενθεροῦ αὐτοῦ. 12

καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως· καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ῥαγουήλου καὶ Τωβεὶθ τοῦ πατρὸς αὐτοῦ. 13

καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως. 14

καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπωλίαν Νινευή, καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδείαν ἣν ᾐχμαλώτισεν Ἀχιάχαρος βασιλεὺς τῆς Μηδίας. καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευὴ καὶ Ἀθουρείας· ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευή, καὶ εὐλόγησεν Κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 15