ΒΙΒΛΟΣ λόγων Τωβεὶθ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ Γαβαὴλ τοῦ Ῥαφαὴλ τοῦ Ῥαγουήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ φυλῆς Νεφθαλείμ, 1
ὃς ᾐχμαλωτεύθη ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ ἄνω Γαλειλαίᾳ ὑπεράνω Ἀσσήρ, ὀπίσω δυσμῶν ἡλίου, ἐξ ἀριστερῶν Φογώρ. 2
Ἐγὼ Τωβεὶθ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ ἐν δικαιοσύναις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει μου τοῖς πορευθεῖσιν μετ᾽ ἐμοῦ ἐν τῇ αἰχμαλωσίᾳ εἰς τὴν χώραν τῶν Ἀσσυρίων εἰς Νινευή. 3
καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν γῇ Ἰσραήλ, καὶ ὅτε ἤμην νέος, πᾶσα ἡ φυλὴ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστησαν ἀπὸ τοῦ οἴκου Δαυεὶδ τοῦ πατρός μου καὶ ἀπὸ Ἰερουσαλήμ, πόλεως τῆς ἐκ πασῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσαις φυλαῖς Ἰσραήλ· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ θεοῦ, καὶ ᾠκοδομήθη ἐν αὐτῇ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 4
πάντες οἱ ἀδελφοί μου καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου, ἐθυσίαζον ἐκεῖνοι τῷ μόσχῳ ὃν ἐποίησεν Ἰεροβεὰμ ὁ βασιλεὺς Ἰσραὴλ ἐν Δὰν ἐπὶ πάντων ὀρέων τῆς Γαλειλαίας. 5
κἀγὼ μονώτατος ἐπορευόμην πολλάκις εἰς Ἰεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται ἐν παντὶ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ. τὰς ἀπαρχὰς καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας τῶν κτηνῶν καὶ τὰς πρωτοκουρὰς τῶν προβάτων ἔχων ἀπέτρεχον εἰς Ἰεροσόλυμα· 6
καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον, καὶ τὴν δεκάτην τοῦ οἴνου καὶ τοῦ σίτου καὶ ἐλαιῶν καὶ ῥοῶν καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευεὶ τοῖς θεράπουσιν ἐν Ἰερουσαλήμ. καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν, καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰερουσαλὴμ καθ᾽ ἕκαστον ἐνιαυτόν· 7
καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ἰσραὴλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολὰς ἃς ἐνετείλατο Δεββώρα ἡ μήτηρ Ἁνανιὴλ τοῦ πατρὸς ἡμῶν, ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν. 8
καὶ ὅτε ἐγενήθην ἀνήρ, ἔλαβον γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν, καὶ ἐγέννησα ἐξ αὐτῆς υἱὸν καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Τωβίαν. 9
μετὰ τὸ αἰχμαλωτισθῆναι εἰς Ἀσσυρίους καὶ ὅτε ᾐχμαλωτίσθην, εἰς Νινευὴ ἐπορευόμην· καὶ πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν, 10
ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν ἐκ τῶν ἄρτων τῶν ἐθνῶν· 11
καὶ ὅτε ἐμεμνήμην τοῦ θεοῦ μου ἐν ὅλῃ ψυχῇ μου, 12
καὶ ἔδωκέν μοι ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου καὶ ἠγόραζον αὐτῷ πάντα τὰ πρὸς τὴν χρῆσιν· 13
καὶ ἐπορευόμην εἰς Μηδίαν καὶ ἠγόραζον αὐτῷ ἐκεῖθεν ἕως αὐτὸν ἀποθανεῖν. καὶ παρεθέμην Γαβήλῳ βαλλάντια τῷ ἀδελφῷ τῷ Γαβρεὶ ἐν τῇ χώρᾳ τῆς Μηδίας, ἀργυρίου τάλαντα δέκα. 14
Καὶ ὅτε ἀπέθανεν Ἐνεμασσὰρ καὶ ἐβασίλευσεν Σενναχηρεὶμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ αἱ ὁδοὶ τῆς Μηδείας ἀπέστησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν. 15
ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου· 16
τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευή, ἔθαπτον αὐτόν. 17
καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηρείμ, ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ἰουδαίας ἐν ἡμέραις τῆς κρίσεως ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν ὧν ἐβλασφήμησεν, ἔθαψα· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ἰσραήλ, καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον. καὶ ἐζήτησεν αὐτὰ Σενναχηρεὶμ καὶ οὐχ εὗρεν αὐτά. 18
καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευὴ καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ, ὅτι ἐγὼ θάπτω αὐτοὺς καὶ ἐκρύβην· καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν, ἐφοβήθην καὶ ἀπέδρασα. 19
καὶ ἡρπάγη πάντα ὅσα ὑπῆρχέν μοι, καὶ οὐ κατελείφθη μοι οὐδὲν ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικὸν πλὴν Ἅννας τῆς γυναικός μου καὶ Τωβία τοῦ υἱοῦ μου. 20
καὶ οὐ διῆλθον ἡμέραι τεσσεράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ, καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράτ· καὶ ἐβασίλευσεν Σαχερδονὸς υἱὸς αὐτοῦ μετ᾽ αὐτόν, καὶ ἔταξεν Ἀχείχαρον τὸν Ἁναὴλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν. 21
τότε ἠξίωσεν Ἀχείχαρος περὶ ἐμοῦ, καὶ κατῆλθον εἰς τὴν Νινευή. Ἀχείχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστὴς ἐπὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων, καὶ κατέστησεν αὐτὸν Σαχερδονὸς ἐκ δευτέρας. ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενίας μου. 22