플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

토빗(시나이 사본) 5장

Τότε ἀποκριθεὶς Τωβίας εἶπεν Τωβεὶθ τῷ πατρὶ αὐτοῦ Πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω, πάτερ. 1

πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ αὐτοῦ, καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν; τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον; καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδείαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ. 2

τότε ἀποκριθεὶς Τωβεὶθ εἶπεν Τωβίᾳ τῷ υἱῷ αὐτοῦ Χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ, καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἓν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου· καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ. καὶ νῦν, παιδίον, ζήτησον σεαυτῷ ἄνθρωπον πιστὸν ὃς πορεύσεται μετὰ σοῦ, καὶ δώσομεν αὐτῷ μισθὸν ἕως ὅτου ἔλθῃς, καὶ λάβε παρ αὐτοῦ τὸ ἀργύριον τοῦτο. 3

ἐξῆλθεν δὲ Τωβίας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ αὐτοῦ εἰς Μηδίαν, ὃς ἐμπειρεῖ τῆς ὁδοῦ, καὶ ἐξῆλθεν καὶ εὗρεν Ῥαφαὴλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ. καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν· 4

καὶ εἶπεν αὐτῷ Πόθεν εἶ, νεανίσκε; καὶ εἶπεν αὐτῷ Ἐκ τῶν υἱῶν Ἰσραὴλ τῶν ἀδελφῶν σου, καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι. καὶ εἶπεν αὐτῷ Ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν; 5

καὶ εἶπεν αὐτῷ Ναί, πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ, καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας· πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ἐκβατάνοις τῆς Μηδείας, καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Γάρρας· κεῖνται γὰρ ἐν τῷ ὄρει, Ἐκβάτανα ἐν μέσῳ τῷ πεδίῳ. 6

καὶ εἶπεν αὐτῷ Μεῖνόν με, νεανίσκε, μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου· χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ ἐμοῦ, καὶ δώσω σοι τὸν μισθόν σου. 7

καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγὼ προσκαρτερῶ, μόνον μὴ χρονίσῃς. 8

Καὶ εἰσελθὼν Τωβείας ὑπέδειξεν Τωβεὶθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ἰσραήλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῷ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν, καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον. καὶ ἐξῆλθεν Τωβείας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ Νεανίσκε, πατὴρ καλεῖ σε. 9

καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβεὶθ πρῶτος. καὶ εἶπεν αὐτῷ Χαίρειν σοι πολλὰ γένοιτο. καὶ ἀποκριθεὶς Τωβεὶθ εἶπεν αὐτῷ Τί μοι ἔτι ὑπάρχει χαίρειν; καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ, ἀλλ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς· ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι, φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω. καὶ εἶπεν αὐτῷ Θάρσει, ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε· θάρσει. καὶ εἶπεν αὐτῷ Τωβείθ Τωβείας υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν· εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν; καὶ δώσω σοι τὸν μισθόν σου, ἀδελφέ. καὶ εἶπεν αὐτῷ Δυνήσομαι πορευθῆναι μετ αὐτοῦ, καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας, καὶ πολλάκις ᾠχόμην εἰς Μηδείαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς, καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω. 10

καὶ εἶπεν αὐτῷ Ἀδελφέ, ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς; ὑπόδειξόν μοι, ἀδελφέ. 11

καὶ εἶπεν Τί χρείαν ἔχεις φυλῆς; καὶ εἶπεν αὐτῷ Βούλομαι γνῶναι τὰ κατ ἀλήθειαν τίνος εἶ, ἀδελφέ, καὶ τί τὸ ὄνομά σου. 12

καὶ εἶπεν αὐτῷ Ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. 13

καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις καὶ σωζόμενος, ἀδελφέ· καὶ μή μοι πικρανθῇς, ἀδελφέ, ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου. καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν, καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ. ἐγίνωσκον Ἁνανίαν καὶ Ναθὰν τοὺς δύο υἱοὺς Σεμελίου τοῦ μεγάλου, καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ἰερουσαλὴμ καὶ προσεκύνουν μετ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν. οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί· ἐκ ῥίζης ἀγαθῆς εἶ σύ, καὶ χαίρων ἔλθοις. 14

καὶ εἶπεν αὐτῷ Ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμήν, καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου· καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου, 15

καὶ ἐπιπροσθήσω σοι τῷ μισθῷ. καὶ εἶπεν αὐτῷ ὅτι Πορεύσομαι μετ αὐτοῦ καὶ μὴ φοβηθῇς· ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρός σε, διότι ὁδὸς ἀσφαλής. 16

καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, ἀδελφέ. καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου, καὶ θεὸς ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας, καὶ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας, παιδίον. καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ εἶπεν αὐτῳ Τωβείθ Πορεύου ὑγιαίνων. 17

Καὶ ἔκλαυσεν μήτηρ αὐτοῦ, καὶ εἶπεν πρὸς Τωβείθ Τί ὅτι ἀπέστειλας τὸ παιδίον μου; οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν; 18

ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. 19

ὡς δέδοται ζῇν ἡμῖν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν. 20

καὶ εἶπεν αὐτῇ Μὴ λόγον ἔχε, ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς, καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων· μὴ λόγον ἔχε, μὴ φοβοῦ περὶ αὐτῶν, ἀδελφή· 21

ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων. 22