플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 4서 9장

Τί μέλλεις, τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποθνήσκειν, παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς. 1

καὶ αἰσχυνόμεθα γὰρ τοὺς προγόνους εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ συμβούλῳ καὶ γνώσει χρησαίμεθα. 2

σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα. 3

χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον. 4

ἐκφοβεῖς δὲ ἡμᾶς, τὸν διὰ τῶν βασάνων ἡμῖν θάνατον ἀπειλῶν, ὥσπερ οὐχὶ πρὸ βραχέως παρὰ Ἐλεαζάρου μαθών. 5

εἰ δ οἱ γέροντες τῶν Ἐβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες ἀπέθανον, ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι, τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἃς καὶ παιδευτὴς γέρων ἐνίκησεν. 6

πείραζε γὰρ οὖν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων. 7

ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα οἴσομεν, 8

σὺ δὲ διὰ τὴν ἡμῶν μιεροφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός. 9

Ταῦτα αὐτῶν εἰπόντων, οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν τύραννος, ἀλλ ὡς καὶ κατὰ ἀχαρίστων ὠργίσθη. 10

ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρήγαγον οἱ μαστισταί, καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν. 11

ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν, μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν. 12

περὶ ὃν κατατεινόμενος εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο. 13

καὶ κατὰ πᾶν μέλος κλώμενος κατηγόρει λέγων 14

Τύραννε μιερώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρον, οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον, οὐδὲ ἀσεβήσαντα, ἀλλὰ θείου νόμου προασπίζοντα. 15

καὶ τῶν δορυφόρων λεγόντων Ὁμολόγησον φαγεῖν, ὅπως ἀπαλλαγῇς τῶν βασάνων, 16

δὲ εἶπεν Οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν τρόπος, μιεροὶ διάκονοι, ὥστε μου τὸν λογισμὸν ἄξαι. τέμνετέ μου μέλη, καὶ πυροῦτε τὰς σάρκας, καὶ στρεβλοῦτε τὰ ἄρθρα· 17

διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι οἱ παῖδες Ἐβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι. 18

ταῦτα λέγοντες ἔτι πῦρ ἐπέστρωσαν, καὶ διερεθίζοντες τὸν τροχὸν προσεπικατέτεινον. 19

ἐμολύνετο δὲ πάντοθεν αἵματι τροχός, καὶ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρεον αἱ σάρκες. 20

καὶ περιτετηγμένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα μεγαλόφρων καὶ Ἀβραμιαῖος νεανίας οὐκ ἐστέναξεν· 21

ἀλλ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν, ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας 22

Μιμήσασθέ με, ἀδελφοί, λέγων· μή μου τὸν αἰῶνα λειποτακτήσητε, μηδὲ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα· ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας, 23

δι ἧς ἵλεως δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον. 24

καὶ ταῦτα εἰπὼν ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν. 25

Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ, ἦγον οἱ δορυφόροι τὸν καθ ἡλικίαν τοῦ προτέρου δεύτερον, καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσιν τοῖς ὄνυξιν, τοῖς ὀργάνοις καὶ καταπέλτῃ προσέδησαν αὐτόν. 26

ὡς δ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι, τὴν εὐγενῆ γνώμην ἤκουσαν, 27

ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι, μέχρι γε τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλιοι θῆρες ἀπέσυραν· δὲ ταὺτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν, ἔλεγεν 28

Ὡς ἡδὺς πᾶς τρόπος θανάτου διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν· ἔφη τε πρὸς τὸν τύραννον 29

Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλεῖον ἐμοῦ σε νῦν βασανίζεσθαι, ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς; 30

ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι· 31

σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ· οὐκ ἐκφεύξῃ δέ, μιερώτατε τύραννε, τὰς τῆς θείας ὀργῆς δίκας. 32