플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

오데스 (송가집) 3장

Προσευχὴ Ἅννας μητρὸς Σαμουήλ. Ἐστερεώθη καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν θεῷ μου· ἐπλατύνθη ἐπ ἐχθρούς μου τὸ στόμα μου, ηὐφράνθην ἐν σωτηρίᾳ σου. 1

ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστιν δίκαιος ὡς θεὸς ἡμῶν, οὐκ ἔστιν ἅγιος πλὴν σοῦ. 2

μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά, μηδὲ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν· ὅτι θεὸς γνώσεων κύριος, καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. 3

τόξον δυνατῶν ἠσθένησεν, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. 4

πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν. ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ πολλὴ ἐν τέκνοις ἠσθένησεν. 5

Κύριος θανατοῖ καὶ ζωογονεῖ· κατάγει εἰς ᾅδου καὶ ἀνάγει. 6

Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. 7

ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν· τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καί θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. 8

διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου. ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ· 9

Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ· Κύριος ἅγιος. μὴ καυχάσθω σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ ἐν τούτῳ καυχάσθω καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὤν. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. 10