ᾨδὴ Ἠσαίου. ᾌσω δὲ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι· 1
καὶ φραγμὸν περιέθηκα, καὶ ἐφύτευσαν ἄμπελον ἐν σωρήκ. καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. 2
καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 3
τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. 4
νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα. 5
καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 6
ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος Ἰσραήλ ἐστιν, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. 7
καὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφελοῦνται, μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 8
ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα Κυρίου σαβαώθ. 1 Προσευχὴ Ἠσαίου. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 9
πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. 10
Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήτωσαν· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. 11
Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. 12
Κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 13
οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ᾖρας πᾶν ἄρσεν αὐτῶν. 14
πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ ἐπὶ τοῖς ἐνδόξοις τῆς γῆς. 15
Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδία σου ἡμῖν. 16
καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. 17
διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς· οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 18
ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνήμασιν, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. 19
βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. 20