⸆ 1
⸆ 2
Προσευχὴ Ἰωνᾶ. Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου· ἤκουσας φωνῆς μου. 3
ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. 4
κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου; 5
περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων· 6
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ θεός μου. 7
ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου. 8
φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐνκατέλιπον· 9
ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ. 10