플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 107장

ᾨδὴ ψαλμοῦ τῷ Δαυείδ. 1

Ἑτοίμη καρδία μου, θεός, ἑτοίμη καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· 2

ἐγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 3

ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, καὶ ψαλῶ σοι ἐν ἔθνεσιν· 4

ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἀλήθειά σου. 5

ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου. 6

ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου. 7

θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνωμάτων ἐκμετρήσω. 8

ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή, καὶ Ἐφράιμ ἀντίλημψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου, 9

Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ οἱ ἀλλόφυλοι ὑπετάγησαν. 10

τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; 11

οὐχὶ σύ, θεός, ἀπωσάμενος ἡμᾶς; καὶ οὐχὶ ἐξελεύσῃ, θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν; 12

δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. 13

ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. 14