플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 111장

Ἁλληλουιά. Μακάριος ἀνὴρ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα· 1

δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται· 2

δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 3

ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι· ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. 4

χρηστὸς ἀνὴρ οἰκτίρμων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· 5

ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται· εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. 6

ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον. 7

ἐστήρικται καρδία αὐτοῦ, οὐ φοβηθήσεται, ἕως οὗ ἐφίδῃ τοὺς ἐχθροὺς αὐτοῦ. 8

ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. 9

ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. 10