플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

시편 (LXX) 112장

←→

Ἁλληλουιά. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. 1

εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 2

ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα Κυρίου. 3

ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 4

τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν, 5

καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· 6

ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, 7

τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 8

ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένων. 9