ᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου πορευσόμεθα· 1
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ. 2
Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. 3
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· 4
ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ, 5
καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε· ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ. 6
γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου, 7
ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ· 8
ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι. 9