Τῷ Δαυείδ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι. 1
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου. 2
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ. 3
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου· 4
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη· 5
ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. 6
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾽ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου, καὶ ἔσωσέν με ἡ δεξιά σου. 7
Κύριε, ἀνταποδώσεις ὑπὲρ ἐμοῦ· Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς. 8