플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

시편 (LXX) 136장

Τῷ Δαυείδ Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών· 1

ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. 2

ὅτι ἐκεῖ ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς Ὑμνήσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. 3

πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 4

ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, ἐπιλησθείη δεξιά μου· 5

κολληθείη γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἰερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. 6

μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως θεμέλιος ἐν αὐτῇ. 7

θυγάτηρ Βαβυλῶνος ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας ἡμῖν· 8

μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. 9