Εἰς τὸ τέλος· τῷ Δαυεὶδ εἰς ἀνάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον. 1
Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· 2
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· 3
ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. 4
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 5
ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς. 6