플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

솔로몬의 시편 3장

←→

Ψαλμὸς τῷ Σαλωμὼν περὶ δικαίων. Ἵνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον; 1

ὕμνον καὶ αἶνον ψάλλετε τῷ θεῷ τῷ αἰνετῷ. ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ· ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας. 2

δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου, ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα τοῦ κυρίου. 3

οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ τοῦ κυρίου· ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι Κυρίου. 4

προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον· ἔπεσεν, καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός· 5

ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτῷ. 6

ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν· οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾽ ἁμαρτίαν. 7

ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος, τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ. 8

ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχὴν αὐτοῦ· 9

καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ. 10

προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ, τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός· 11

προσέθηκεν ἁμαρτίας ἐφ᾽ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ· 12

ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα, 13

καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους· 14

αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα. 15

οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ Κυρίου οὐκ ἐκλείψει ἔτι. 16