플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

솔로몬의 시편 6장

Ἐν ἐλπίδι· τῷ Σαλωμών. Μακάριος ἀνὴρ οὗ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου· 1

ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται. 2

αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ κυρίου, καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ. 3

ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται· 4

ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται. 5

ἐξανέστη ἐξ ὕπνου αὐτοῦ, καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου. 6

ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ὀνόματι τοῦ θεοῦ, καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ. 7

καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φόβῳ θεοῦ, καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ κύριος. 8

εὐλογητὸς Κύριος ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ. 9