Τῷ Σαλωμών· ἐπιστροφῆς. Μὴ ἀποσκηνώσῃς ἀφ᾽ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν. 1
ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου. 2
σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς, καὶ μὴ δῷς ἔθνεσιν. 3
ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς, 4
ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα, 5
καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος, ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν. 6
καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν· 7
ὅτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσει· καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα, καὶ μάστιγα παιδίας σου. 8
κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου, τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ᾗ ἐπηγγείλω αὐτοῖς. 9