플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

토빗(시나이 사본) 9장

Τότε ἐκάλεσεν Τωβείας Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ 1

Ἀζαρία ἀδελφέ, παράλαβε μετὰ σεαυτοῦ τέσσαρες οἰκέτας καὶ καμήλους δύο, καὶ πορεύθητι εἰς Ῥάγας καὶ ἧκε παρὰ Γαβαήλῳ, καὶ δὸς αὐτῷ τὸ χειρόγραφον· κόμισαι τὸ ἀργύριον, καὶ παράλαβε αὐτὸν μετὰ σοῦ εἰς τοὺς γάμους. 2

καὶ θεωρεῖς τί ὤμοσεν Ῥαγουήλ, καὶ οὐ δύναμαι παραβῆναι τὸν ὅρκον αὐτοῦ. 3

σὺ γὰρ γινώσκεις ὅτι ἔσται ἀριθμῶν πατὴρ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω ἡμέραν μίαν, λυπήσω αὐτὸν λίαν· 4

καὶ ἐπορεύθη Ῥαφαὴλ καὶ οἱ τέσσαρες οἰκέται καὶ αἱ δύο κάμηλοι εἰς Ῥάγας τῆς Μηδίας, καὶ ηὐλίσθησαν παρὰ Γαβαήλῳ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον αὐτοῦ, καὶ ὑπέδειξεν αὐτῷ περὶ Τωβείου τοῦ υἱοῦ Τωβείθ, ὅτι ἔλαβεν γυναῖκα καὶ ὅτι καλεῖ αὐτὸν εἰς τὸν γάμον. καὶ ἀναστὰς παρηρίθμησεν αὐτῷ τὰ θυλάκια σὺν ταῖς σφραγῖσιν καὶ συνέθηκαν αὐτά. 5

καὶ ὤρθρισαν κοινῶς καὶ εἰσῆλθον εἰς τὸν γάμον, καὶ εἰσῆλθον εἰς τὰ Ῥαγουὴλ καὶ εὗρον Τωβείαν ἀνακείμενον. καὶ ἀνεπήδησεν καὶ ἠσπάσατο αὐτόν, καὶ ἔκλαυσεν καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Καλὲ καὶ ἀγαθέ, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ, δικαίου καὶ ἐλεημοποιοῦ· δῴη σοι Κύριος εὐλογίαν οὐρανοῦ καὶ τῇ γυναικί σου καὶ τῷ πατρί σου καὶ τῇ μητρὶ τῆς γυναικός σου. εὐλογητὸς θεὸς ὅτι εἶδον Τωβείαν τὸν ἀνεψιόν μου ὅμοιον αὐτῷ. 6