플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화단어장전승 이야기

마카베오 4서 11장

Ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, πέμπτος παρεπήδησεν, λέγων 1

Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι. 2

αὐτὸς δ ἀπ ἐμαυτοῦ παρῆλθον, ὅπως κἀμὲ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὀφιλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν. 3

μισάρετε καὶ μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον; 4

κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτὶστην εὐσεβοῦμεν, καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον; 5

ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια, 6

εἴπερ ᾐσθάνου ἀνθρώπους ποθῶν, καὶ ἐλπίδα εἶχες παρὰ θεῷ σωτηρίου· 7

νῦν ἰδὲ ἀλλότριος ὢν θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν θεόν. 8

τοιαῦτα λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην· 9

ἐφ ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὅλος ἐπὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο. 10

κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος 11

Καλάς, ἔλεγεν, ἄκων, τύραννος, χάριτας ἡμῖν χαρίζῃ, καλάς, διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν. 12

Τελευτήσαντος δὲ καὶ τούτου, ἕκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τύραννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, δὲ ἔφη 13

Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δέ διανοίᾳ ἡλικιώτης. 14

εἰς τὰ αὐτὰ γὰρ καὶ γενηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφίλομεν ὁμοίως. 15

ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιεροφαγοῦντας, βασάνιζε. 16

ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν. 17

ἐφ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονδυλιζόμενος ὑπεκαίετο. 18

καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νώτοις προσέφερον· καὶ τὰ πλευρὰ διαπείραντες, ἀπ αὐτοῦ τὰ σπλάγχνα διέκαιον. 19

δὲ βασανιζόμενος ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν. 20

ἀνίκητος γάρ ἐστιν, τύραννε, εὐσεβὴς ἐπιστήμη. 21

καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου, 22

μέγαν σοι προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων. 23

ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα. 24

τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιεροφαγίαν, οὐ κατάλυσίς ἐστίν σου; 25

τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος βία σου. 26

οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν. 27