Ὡς δὲ καὶ οὗτος μακαρίως ἐναπέθανεν καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος. 1
ὃν κατοικτειρήσας ὁ τὺραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς, 2
ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενον, πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων 3
Τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν. σύ, εἰ μὲν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας. 4
πεισθεὶς δὲ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων. 5
καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτηρίαν εὐπειθῆ ποιῆσαι τὸν περιλειπόμενον. 6
ὁ δὲ τῆς μητρὸς τῇ Ἐβραίδι φωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον 7
Ἀπολύσατέ με, φησίν· εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν. 8
καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδός, ταχέως ἔλυσαν αὐτόν. 9
καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη 10
Ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν, τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι; 11
ἀνθ᾽ ὧν ταμιεύεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε. 12
οὐκ ᾐδέσθης ἄνθρωπος ὤν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι; 13
ἀλλ᾽ οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν θεὸν εὐσέβειαν· 14
σὺ δὲ κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖναι. 15
ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη 16
Οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας. 17
ἐπικαλοῦμαι δὲ τὸν πατρῷον θεόν, ὅπως ἵλεως γένηται τῷ γένει μου. 18
σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται. 19
καὶ ταῦτα κατευξάμενος, ἑαυτὸν ἔριψεν κατὰ τῶν τηγάνων· καὶ οὕτως ἀπέδωκεν. 20